fbpx

Περὶ τοῦ: «Ἕνα ὄνειρο»

Ὁ ἔφηβος Ἴψεν (1841) συλλαμβάνει ἐνορατικῶς τὴν ἀνθρώπινη ὕπαρξη ὡς πορεία: μίαν ἀνάβασιν καὶ μίαν κατάβασιν ἐντὸς τοῦ κοσμικοῦ Θεάτρου. Ἡ σύλληψη ἀνάγεται στὸ ὄνειρο τοῦ Ἰακὼβ μὲ τὴν κλίμακα τῶν ἀγγέλων (Γένεσις ΚΗ΄ 12):

Ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτῆς.

Ἡ βιβλικὴ θέαση τῶν ἀνθρωπίνων δαιμονικῶς ἀκολουθεῖ τὴν συνόλη παραγωγὴ τοῦ Νορβηγοῦ δραματουργοῦ, μ’ ἐπιστέγασμα τὸν τραγικὸ Μπράντ, τὸ κοσμοθεωρητικό: Αὐτοκράτωρ καὶ Γαλιλαῖος καὶ τὸ ἀποκαλυπτικὸ ὕστατο: Ὅταν ξυπνήσουμε ἐμεῖς οἱ νεκροί.

Τὸ κείμενο πρωτομετεφράσθη στὴν Ἑλληνικὴ ἐντὸς ὑποσημειώσεως γιὰ τὴν Γιορτὴ στὸ Σούλχαουγκ.

1841 – «Ἓν ὄνειρον»

Τὸ πρῶτον σῳζόμενον κείμενον τοῦ Ἑρρίκου Ἴψεν:

…ἐν πορείᾳ «εἰς τὰς ἐρημίας» ἦμεν ἐκπεπληγμένοι, τεθηριωμένοι καὶ ἐξηντλημένοι ὑπὸ τοῦ σκότους τῆς νυκτός. Ὡς Ἰακὼβ τὸ πάλαι κατεκλίθημεν ἀναπαυθῆναι μετὰ λίθων πρὸς κεφαλῆς ἡμῶν. Ἐμὸς σύντροφος τάχιστα ἐνυπνιάσθη· ἐμοὶ δὲ ἀδύνατόν ἐστι κοιμηθῆναι. Τέλος κόπωσις κατέβαλέ με· τότε καθ’ ὕπνον ἐστάθη ἐπ’ ἐμοῦ ἄγγελος ὃς εἶπεν: – Ἐγέρθητι καὶ ἀκολούθει μοι!Ποῦ θέλεις ὁδηγῆσαί με ἐν σκότει τοιούτῳ;, ἠρώτησα αὐτόν. – Ἐλθέ!, εἶπε πάλιν. Καὶ ὅραμα δείξω σοι τὸν ἀνθρώπινον βίον κατὰ τὸ πρᾶγμα καὶ κατὰ τὴν ἀλήθειαν αὐτοῦ. Οὕτω ἠκολούθησα πεφρικώς, καὶ κατεβαίνομεν μετὰ βημάτων γιγαντείων, ἕως ὅτου ὄρεα ὑπεκλίνοντο ὑμῖν μορφοῦντα θόλους μεγαλοπρεπεῖς, καὶ κάτωθι ἔκειτο πελωρία νεκρόπολις μεθ’ ἁπάντων τοῦ θανάτου καὶ τῆς φθορᾶς τῶν φοβερῶν ἰχνῶν καὶ σημείων: κόσμος πλήρης εὑρίσκετο βυθισθεὶς ὑπὸ τῆς τοῦ θανάτου ἐξουσίας, μία δόξα ὠχρανθεῖσα, μαρανθεῖσα, ἀποσβεσθεῖσα. Ὑπεράνω αὐτῶν ἁπάντων,.. ἀχνὸν φῶς ἀνατέλλον, ζοφερὸν ὡσεὶ αὐτά· ναοῦ τοιχία καὶ εἷς ταφικὸς σταυρὸς λευκῷ βαφεὶς ἐδέσποζεν ἐπὶ τοῦ κοιμητηρίου ἐν φωτὶ λαμπροτέρῳ ἢ ὃ ἔφεγγον οἱ λευκοὶ σωροὶ ὀστέων, οἳ ἐπλήρουν ἐν σειραῖς ἀναριθμήταις τὸν σκοτώδη χῶρον. Παγερὰ φρίκη ἔστρεψε βλέμμα ὑπὲρ ἐμαυτοῦ ἐκεῖσε κατὰ τὸ τοῦ ἀγγέλου μέρος: Ἰδού, τὰ πάντα ματαιότης. Κατόπιν ἦλθε βροντή, ἀδύναμον προανάκρουσμα ἀρχομένης καταιγίδος καὶ στοναχὴ μυριόστομος καὶ βοερά, καὶ ηὐξήθη καὶ ἐγένετο καταιγὶς μετὰ κρότου, ὥστε οἱ νεκροὶ ἐκινοῦντο καὶ ἐτάνυον τὰς χεῖρας κατ’ ἐμοῦ,.. καὶ μετὰ κραυγῆς ἐξηγέρθην ἀπὸ τοῦ ὕπνου ἐκ τῆς ψυχρᾶς νοτίδος τῆς νυκτός…

[Τὸ κείμενον μετεφράσθη διὰ πρώτην φορὰν ἐν τῇ σχολιασθείσῃ μεταφράσει τοῦ θεατρικοῦ ἔργου: Γιορτὴ στὸ Σούλχαουγκ, σελ. 58, ὑπ. 77.]