Ἐκ τοῦ σχολιασμοῦ ἐν Κεκαυμένῳ τοῦ Ἑρρίκου Ἴψεν, κείμενον-μετάφρασις-σχολιασμός-ἑρμηνεία: Θεοδόσης Ἀγγ. Παπαδημητρόπουλος, ἐκδόσεις ΘΑΠ, ἐν Ἀνθούσῃ Μεσσηνίας 2023, σελ. 9.
Ἡ τραγῳδία τὸ τοῦ ἥρωος ὄνομα ἐπιγέγραπται. Νορβηγικὴ λέξις Brand κατ᾽ ἔτυμον ἀνάγεται εἰς ἀρχαιοσκανδιναυϊκὸν ὄνομα brandr μετὰ τριπλῆς σημασίας: (α΄) πῦρ/πυρετικός (παράβαλε πυρφόρος/φλόγινος –Γένεσις Γ΄ 24)· (β΄) καύσιμος ὕλη· (γ΄) ῥομφαία. Δειχθήσεται ἐν σχολίοις τὸ δῆλον ἐπιλογῆς ὑπὸ τοῦ ποιητοῦ, ἐπεὶ αἱ τρεῖς αὗται ἔννοιαι καὶ ποιότητες συνιστᾶσι τὸ τοῦ ἥρωος ἦθος καὶ βεβαιοῦσι τὴν λέξιν (διὸ καὶ τοιοῦτο κόσμημα ἐπ᾽ ἐξωφύλλου). Ὁ ἐξελληνισμὸς ἀνασύρει τὸ πλησιέστερον μαρτυρούμενον ἐν τῇ ἡμετέρᾳ Παραδόσει, προτάσσων τὴν δευτέραν ἐκ τῶν τριῶν ἔννοιαν, τὴν τοῦ προσωπικοῦ μαρτυρίου καὶ τῆς ἰωβείου καρτερίας ἐν καύμασιν (Ἰὼβ Λ΄ 30).