Ἀπὸ Brand/Κεκαυμένου τοῦ Ἑρρίκου Ἴψεν, κείμενον-μετάφρασις-σχολιασμός-ἑρμηνεία: Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος, ἐκδόσεις ΘΑΠ, ἐν Ἀνθούσῃ Μεσσηνίας ͵ΒΚΓ΄ (2023), σελ. 17.

Κατὰ τὸν Ι΄ καὶ ΙΑ΄ ἐξεχριστιανίσθη σχεδὸν ἅπασα ἡ Σκανδιναυΐα πιθανώτατα ἐν ἀρχῇ ἐξ Ἄγγλων ἱερέων μεταφερθέντων εἰς χερσόνησον ὑπὸ τοῦ βασιλέως Ὄλαφ Τρύγγβασον (968 – † 1000). Ἀπὸ τοῦ 1152 ἡ Νορβηγικὴ Ἐκκλησία ὠργανώθη ἐπισκοπίκως ἐν τότε Νιδάρῳ (Nidaros) καὶ νῦν Τρονδαΐμῳ (Trondheim). Ὁ Χριστιανὸς Γ΄ τῆς Δανίας εἰσήγαγεν ἐν 1537 – ἐπὶ δανικῆς κατοχῆς – τὴν Λουθηρανικὴν Ὁμολογίαν εἰς Νορβηγικὴν ἐπικράτειαν· ὁ ἐπίσκοπος ὑπὸ τὸν Πάππαν διέφυγεν ἐκ τῆς χώρας, καὶ ἡ ἐκκλησιαστικὴ περιουσία ἐδεσμεύθη ὑπὸ τοῦ δανικοῦ στέμματος. Ἐν ΙΗ΄ αἰῶνι ὁ Εὐσεβισμός [Pietism(us)] καὶ τὸ ἰδιαίτατον αὐτοῦ πρόκριμα διὰ πράξεις πιστοῦ παρὰ διὰ δογματικὴν ἢ λατρευτικὴν ἀκρίβειαν ὥρισε τὰς πνευματικὰς ζυμώσεις. Ἐν μέσῳ ἑπομένου αἰῶνος, δῆλα δὴ χρόνων Κεκαυμένου, ὁ Ἁουγιανισμὸς ἐκ τοῦ λαϊκοῦ ἱεροκήρυκος Ἰωάννου Νῆλσεν Ἅουγε ( Nielsen Hauge, 03/04/1771 – † 29/03/1824 ) μετὰ τοῦ ἐντονωτάτου ἀνθιερατικοῦ αὐτοῦ αἰσθήματος ἔδωκε τὴν ἐν γένει τάσιν τῆς ἐποχῆς.

[Πίναξ τοῦ Ἀδόλφου Τίδεμαν: Ἁουγεριανοί (1848):]